Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.520 Joseph. BJ 1.524 (English) >>Joseph. BJ 1.529

1.522πολλὰ δʼ εἶναι τὰ παροξύνοντα καθʼ ἡμέραν, ὥστε μηδὲ λαλιᾶς τινα τρόπον ἀσυκοφάντητον καταλελεῖφθαι· περὶ μὲν γὰρ εὐγενείας ἑτέρων μνείας γενομένης αὐτὸς ἀλόγως ὑβρίζεσθαι, τοῦ πατρὸς λέγοντος μόνος εὐγενὴς Ἀλέξανδρος καὶ τὸν πατέρα διʼ ἀγένειαν ἀδοξῶν”· κατὰ δὲ τὰς θήρας προσκρούειν μὲν σιωπῶν, ἐπαινέσας δὲ προσακούειν εἴρων. 1.523πανταχοῦ δʼ ἀμείλικτον εὑρίσκειν τὸν πατέρα καὶ μόνῳ φιλόστοργον Ἀντιπάτρῳ, διʼ ὃν ἡδέως καὶ τεθνήξεσθαι μὴ κρατήσας τῆς ἐπιβουλῆς. κτείναντι δὲ εἶναι σωτηρίας ἀφορμὴν πρῶτον μὲν Ἀρχέλαον ὄντα κηδεστήν, πρὸς ὃν διαφεύξεσθαι ῥᾳδίως, ἔπειτα Καίσαρα μέχρι νῦν ἀγνοοῦντα τὸν Ἡρώδου τρόπον· 1.524οὐ γὰρ ὡς πρότερον αὐτῷ παραστήσεσθαι πεφρικὼς τὸν ἐφεστῶτα πατέρα οὐδὲ φθέγξεσθαι περὶ τῶν ἑαυτοῦ μόνον ἐγκλημάτων, ἀλλὰ πρῶτον μὲν κηρύξειν τὰς τοῦ ἔθνους συμφορὰς καὶ τοὺς μέχρι ψυχῆς φορολογουμένους, ἔπειτʼ εἰς οἵας τρυφὰς καὶ

-- --

πράξεις τὰ διʼ αἵματος πορισθέντα χρήματα ἀνηλώθη, τούς τε ἐξ ἡμῶν πλουτήσαντας οἷοι, καὶ τὰς θεραπευθείσας πόλεις ἐπὶ τίσιν. 1.525ζητήσειν δὲ καὶ τὸν πάππον ἐκεῖ καὶ τὴν μητέρα καὶ τὰ τῆς βασιλείας μύση πάντα κηρύξειν, ἐφʼ οἷς οὐ κριθήσεσθαι πατροκτόνος. 1.526

Τοιαῦτα κατʼ Ἀλεξάνδρου τερατευσάμενος Εὐρυκλῆς ἐπῄνει πολλὰ τὸν Ἀντίπατρον, ὡς ἄρα μόνος τε εἴη φιλοπάτωρ καὶ διὰ τοῦτο μέχρι νῦν τῆς ἐπιβουλῆς ἐμπόδιος. μήπω δὲ καλῶς ἐπὶ τοῖς πρώτοις βασιλεὺς κατεσταλμένος εἰς ἀνήκεστον ὀργὴν ἐξαγριοῦται.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.520 Joseph. BJ 1.524 (English) >>Joseph. BJ 1.529

Powered by PhiloLogic